Hallo allemaal, ik moet morgen een presentatie houden over een griekse papyrus
tekst, maar nu ben ik de vertaling kwijt. Is er iemand die deze tekst vanavond
nog kan vertalen; alvast bedankt. Ik ben echt heel slecht in Grieks:
C 14: Een beledigde Griek
Herakleides de Griek beklaagt zich bij de koning over het schandalige gedrag van de Egyptische
vrouw Psenobastis: hij heeft getuigen van haar daden en wil dat ze gestraft wordt, aangezien hij
te gast is in het land
1 Βασιλεῖ Πτ[ο]λεμαίωι χαίρειν ἧρακλείδης τῶν ἀπ' Ἀλε[ξ]ά[νδρου νήσου, τ]ῶν
κατοικού[ντων ἐν Κροκοδίλω]ν πόλει τ[οῦ Ἀρσι-
2 νοίτου νομοῦ. Ἀδικοῦμαι ὑπὸ Ψενοβάστιος ἡ κατοικεῖ Ψυάν, τ[οῦ προγεγρα]μμένου
νομοῦ. [Τοῦ γ]ὰρ [ε] (ἔτους) ὡς αἱ πρόσοδ[οι],
3 Φαμενὼθ κ , ἐπορεύθην εἰς Ψυάν, τοῦ αὐτοῦ νομοῦ, πρ[ὸ]ς ἰδίαν χ[ρείαν,
πα]ραπορευομέν[ου δέ] μου ...α. ιν.. ἐ [ιπ] α-
4 κύψασα Αἰγυπτία τις ἥι λέγεται εἶναι ὄνομα Ψενοβάστι[ς] κατέχ[εεν κατ]ὰ τῶν
ἱματίων μ[ου] οὖρον στε καὶ ε..........
5 καταρρυῆναι. Ἀγανακτήσαντος δέ μου καὶ ἐπιτιμῶντος αὐτῆι, ἐλ[οιδόρησε] ἐμοῦ δὲ
ἀντιλοιδοροῦντος αὐτῆι ......
6 Ψενοβάστις τῆι αὑτῆς δεξιᾶι χειρὶ ἐπισπασαμένη τῆς ἀναβολῆ[ς τοῦ ἱμ]ατίου οὗ
περιεβεβλήμην ἔρηξε καὶ ἐπάρασσεν
7 στε καὶ ἀπογυμνωθῆναί μου τὸ στῆθος, ˋκαὶ ἐνέπτυσεν εἰς τὸ πρόσωπον
μο[υ]ˊ,παρόντων τινῶν οὗς ἐγὼ ἐπε[μαρτυρά]μην. Ἅ δ' ἐγκαλῶ ἔπραξεν
ὑβρίζουσά με καὶ ἄρχουσα
8 εἴς με χειρῶν ἀδίκων. πιτιμηθεῖσα δὲ ὑπό τινων τῶν παρόντων ἐφ' οἷς α .[.......]...με,
οὕτως καταλιποῦσά με ἀπηλλάγη ἔνδον,
9 ὅθεν τὸ οὖρον κατέχεέν μου. Δέομαι οὖν σου, βασιλεῦ, εἴ σοι δοκεῖ, [μὴ περιιδεῖν με
οὕ]τως ἀλόγως ὑπὸ Αἰγυ[πτίας ὑβρισμέ]νον, Ἕλλην[α ὄν]-
10 τα καὶ ξένον, ἀλλὰ προστάξαι Διοφάνει τῶι στρατηγῶι, ἐπειδ[ὴ .............. ]..επι ει..
ὑπ α[ὐτῆς ? ]
11 γράψαι ωγένει τῶι ἐπιστάτηι ἀποστεῖλαι τὴν Ψενοβάστιν ἐφ' [αὑτὸν ὅπως
διακρι]θῆι πρός [μ]ε περὶ το[ύτων καί, ἐὰν ἤι ἀληθῆ τὰ]
12 διὰ τῆς ἐντεύξεως, τύχηι ζημίας ἥς ἂν ὁ στρατηγὸς συνκρ[ίνηι. Τούτου γὰρ
γε]νομένου, διὰ σέ, βα[σιλεῦ, τεύξομαι τοῦ δι]-
13 καίου. [Εὐτύχει.]
|